Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.157.3 | Hdt. 7.158.3 (English) | >>Hdt. 7.159.1 |
7.158.1
οἱ μὲν ταῦτα ἔλεγον , Γέλων δὲ πολλὸς ἐνέκειτο λέγων τοιάδε · “ἄνδρες Ἕλληνες , λόγον ἔχοντες πλεονέκτην ἐτολμήσατε ἐμὲ σύμμαχον ἐπὶ τὸν βάρβαρον παρακαλέοντες ἐλθεῖν ·
7.158.2 αὐτοὶ δὲ ἐμεῦ πρότερον δεηθέντος βαρβαρικοῦ στρατοῦ συνεπάψασθαι , ὅτε μοι πρὸς Καρχηδονίους νεῖκος συνῆπτο , ἐπισκήπτοντός τε τὸν Δωριέος τοῦ Ἀναξανδρίδεω πρὸς Ἐγεσταίων φόνον ἐκπρήξασθαι , ὑποτείνοντός τε τὰ ἐμπόρια συνελευθεροῦν ἀπʼ ὧν ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυρέσιες γεγόνασι , οὔτε ἐμεῦ εἵνεκα ἤλθετε βοηθήσοντες οὔτε τὸν Δωριέος φόνον ἐκπρηξόμενοι , τό τε κατʼ ὑμέας τάδε ἅπαντα ὑπὸ βαρβάροισι νέμεται .
7.158.3 ἀλλὰ εὖ γὰρ ἡμῖν καὶ ἐπὶ τὸ ἄμεινον κατέστη . νῦν δὲ ἐπειδὴ περιελήλυθε ὁ πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας , οὕτω δὴ Γέλωνος μνῆστις γέγονε .
7.158.4 ἀτιμίης δὲ πρὸς ὑμέων κυρήσας οὐκ ὁμοιώσομαι ὑμῖν , ἀλλʼ ἕτοιμος εἰμὶ βοηθέειν παρεχόμενος διηκοσίας τε τριήρεας καὶ δισμυρίους ὁπλίτας καὶ δισχιλίην ἵππον καὶ δισχιλίους τοξότας καὶ δισχιλίους σφενδονήτας καὶ δισχιλίους ἱπποδρόμους ψιλούς · σῖτόν τε ἁπάσῃ τῇ Ἑλλήνων στρατιῇ , ἔστʼ ἂν διαπολεμήσωμεν , ὑποδέκομαι παρέξειν .
7.158.5 ἐπὶ δὲ λόγῳ τοιῷδε τάδε ὑπίσχομαι , ἐπʼ ᾧ στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἑλλήνων ἔσομαι πρὸς τὸν βάρβαρον . ἐπʼ ἄλλῳ δὲ λόγῳ οὔτʼ ἂν αὐτὸς ἔλθοιμι οὔτʼ ἂν ἄλλους πέμψαιμι .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.157.3 | Hdt. 7.158.3 (English) | >>Hdt. 7.159.1 |